Ancient Greek
P.Coll.Youtie 2 70
Documentary Papyri, P.Coll.Youtie 2 70
Not analysed yet
Αὐρηλίῳ Σεουήρῳ γυμνασιάρχῳ βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως παρὰ Αὐρηλίου Ἡρακλείδου Πινδάρου μητρὸς Ταυσείριος ἀπὸ τὴς αὐτῆς λαμπρᾶς Ὀξυγχειτῶν πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσθαι πρὸς μόνον τὸ ἐνεστὸς δ ἔτος ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ κώμην Μερμέρθα ἐκ τοῦ Ἀπολλωνίου Σπαρτάκου κλήρου ἃς ἐκυρώθης ἐκ τοῦ ταμιείου πρότερον Ὡρίωνος τοῦ καὶ Βερενικιανοῦ ἀρούρας ἓξ ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον ὥστε ταύτας σπεῖραι πυρῷ κριθῇ ἢ οἷς ἐὰν αἱρῶμαι, ἐκφορίου ἀποτάκτου πυροῦ ἀρταβῶν εἴκοσι τεσσάρων ,ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως τὸ ἐκφόριον ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἀποδώσω τὸ ἐκφόριον τῷ Παῦνι μηνὶ ἐφʼ ἅλῳ κώμης …