Ancient Greek
P.Coll.Youtie 2 88
Documentary Papyri, P.Coll.Youtie 2 88
Not analysed yet
Ὡροσόιτι ἀδελφῷ Παῦλος καὶ Ἆπις εὖ πράττειν. σπούδασον ἀποδοῦναι τὰ ἑκατὸν τάλαντα Δίῳ ληψόμενος παρʼ αὐτοῦ τὸ χειρόγραφόν σου μετὰ πάσης ἀσφαλείας. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς ἀποδοῦναι αὐτῷ τὰ ἀργύρια ὧν λήψῃ τὸ χειρόγραφόν σου. καὶ γὰρ οὐκ ἐδώκαμέν σου τὸ χειρόγραφον στρατιώτῃ ἵνα μὴ ἐνοχληθῇς. καὶ σὺ οὖν μὴ ἀμελήσῃς δοῦναι αὐτὰ Δίῳ τῷ ἀναδιδόντι σοι ταῦτά μου τὰ γράμματα. μετάδος δὲ Δημητρίῳ ὅτι σπούδασον πέμψαι τὰ ἀργύρια τοῦ ἀνθρώπου ἐπεὶ ἐπίτροπος γέγονεν μὴ μεταπεμφθῇς ὑπὸ στρατιωτῶν κ… ἀπόδος Ὡρσόιτι παρὰ Ἄπιτος καὶ Παύλου