Ancient Greek
P.Coll.Youtie 2 93
Documentary Papyri, P.Coll.Youtie 2 93
Not analysed yet
…ἑβδόμης ἰνδικτίονος ἐν Ἡρακλέους πόλει …ος υἱὸς ἄπα Νείλου μητρὸς Ἀπίας ἀπʼ ἐποικίου …ωτίωνος τοῦ Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Φὶβ υἱῷ Ἀλιτίου ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ καὶ πεπληρῶσθαι τὴν συμφωνηθεῖσαν πρὸς ἀλλήλους τιμὴν λαχανοσπέρμου καθαροῦ κόκκου ἀρτάβων τριῶν ἡμίσους μέτρῳ δικαίῳ καὶ οἴνου νέου ἐπιτηδείου διπλῶν πενταξεστιαίων διακοσίων τεσσαράκοντα γίνονται κριθῆς ἀρτάβαι γ 𐅵καὶ οἴνου διπλᾶ σμ ἥνπερ ἐπὶ ληνοῦ ἐπάναγκες ἀποδώσω σοι μησὶν Χοιὰκ καὶ Μεσορὴ γεννήματος καὶ ῥύσεως τῆς εὐτυχοῦς ὀγδόης ἰνδικτίονος ἀνυπερθέτως· ἀλλάσω σοι ἐὰν εὕρῃς γενόμενον ὄξος ἢ ὀζάριον ἐπὶ καλοῦ οἴνου ἕως μηνὸς Φαρμοῦθι τοῦ αὐτοῦ ἔτους. τὸ γραμματεῖον κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα.