Ancient Greek
P.Corn. 2
Documentary Papyri, P.Corn. 2
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους ἕκτου καὶ τριακοστοῦ ἐφʼ ἱερέως Ἐπαινέτου τοῦ Ἐπαινέτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἐχειτίμης τῆς Μεννέου μηνὸς …ηι Αἰγυπτίων δὲ Φαρμοῦθι ἐνάτηι …ὁμολογεῖ Δημοκλὴς Λύσωνος Ἡράκλειος τῶν …ἐν τῶι Ἀρσινοίτηι νομῶι ἑκατοντάρουρος ἐκ κώμης …ἔχειν παρὰ Ζήνωνος τοῦ Ἀγρειοφῶντος Καυνίου τῶν περὶ Ἀπολλώνιον τὸν διοικητὴν ἀργυρίου δραχμὰς εἴκοσι …ἀργυρίου τούτου εἰς ὅτον ἐν Φαρβαίθοις τοῦ αὐτοῦ νομοῦ ἀποδώσει πυροῦ ἀρτάβας τεσσαράκοντα μέτρωι δοχικῶι …ἐν μηνὶ Παῦνι τοῦ ἐν τῶι ἑβδόμωι καὶ τριακοστῶι ἔτει. ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῶι γεγραμμένωι χρόνωι ἀποτισάτω τῶι Ζήνωνι τὴν τιμὴν ἑκάστης ἀρτάβης δραχμὰς δύο καὶ ἡ πρᾶξις ἔστω Ζήνωνι καὶ τῶι τὸ σύμβολον ἐπιφέροντι ὑπὲρ Ζήνωνος. μάρτυρες. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους ἕκτου καὶ τριακοστοῦ ἐφʼ ἱερέως Ἐπαινέτου τοῦ Ἐπαινέτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἐχειτίμης τῆς Μεννέου …