Ancient Greek
20.9.180 to 20.10.209
Documentary Papyri, P.Corn. 20.9.180-20.10.209
Not analysed yet
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ. ἔστιν τὰ προκίμενα ……ειαφυτ ἀπεγραψάμεθα …τὸν σεβάσμιον ὅρκον ……Ἀπολλώνιος γεωμέτρης …Αὐνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ. Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι Θμοϊτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος. παρὰ Αὐρηλίου …ου ἀπὸ κώμης Πτολεμαΐδος Νέας τοῦ αὐτοῦ νομοῦ. ἀπογράφομαι παρὰ σοὶ κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταληφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπό τε τῆς ἀπογραφείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἰδίας μου χέρσου καὶ ἀδεσπότου περὶ τὴν αὐτὴν κώμην Πτολεμαΐδα Νέαν τῆς προκιμένης τοπαρχίας καὶ παρείληφα τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβύκεως μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς …σφραγῖδος ἀπὸ ἀδεσπότου βασιλικῆς γῆς σπορίμης ἀρούρης ἥμισυ τέταρτον ὄγδοον δυοτρείαντον ἄρουραι 𐅵δ η λβ τῆς αὐτῆς σφραγῖδος ἀπὸ κοινωνίας …κατὰ τὸ μέρος ἰδιωτικῆς γῆς σπορίμης …ἄρουραι …τῆς αὐτῆς σφραγῖδος βασιλικῆς γῆς σπορίμης ἀρούρης ἥμισυ ὄγδοον ἑκκαιδέκατον ἄρουραι 𐅵η ιϛ καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ. ἔστιν ἡ προκιμένη βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουρα α 𐅵ιϛ λβ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι …Αὐρήλιος …ος ἀπεγραψάμην τὰς προδεδηλωμένας ἀρούρας καὶ παρέλαβον τὴν μέτρησιν. ὤμοσα τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἥρων γεωμέτρης ἐμέτρησα τὰς προδηλουμένας ἀρούρας. Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὰς προκιμένας ἀρούρας καὶ οὐδὲν παρέλειψα. Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μετρήσει. Αὐνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.