Ancient Greek
P.Daris 3
Documentary Papyri, P.Daris 3
Not analysed yet
Ὀνομάστῳ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ τῶν τῶν δυοῖν μερίδων κωμογραμματέων ὧν δὲ κωμῶν μή εἰσι πρεσβυτέρων διαδεχομένων καὶ τὰ κατὰ τὴν κωμογραμματείαν πρὸς ἐπιστολὴν γραφεῖσαν ὑπὸ Σεμπρωνίου Λιβεράλιος τοῦ λαμπροτάτου ἡγεμόνος ἧς ἐστι ἀντίγραφον· Σεμπρώνιος Λιβερᾶλις Ὀνομάστῳ στρατηγῷ Θεμίστου καὶ Πολέμωνος μερίδων χαίρειν· τοὺς ὑπογεγραμμένους οὓς ἐδήλωσας λειτουργίας τινὰς ἐγχειρισθείσας αὐτοῖς ἐκφυγόντας ἀνακεχωρηκέναι, ὡς ἠξίωσας προγραφῆναι ἐκέλευσα, ἵνα ἐντὸς ἡμερῶν πεντεκαίδεκα ἐμφανεῖς γενόμενοι …τα…των αὐτοῖς· ἐὰν δὲ μηδὲ τα…ας ἵνα …επιτ…