Ancient Greek
P.Diog. 14
Documentary Papyri, P.Diog. 14
Not analysed yet
…ου τὸ ἴσον ἐλήμφθη τϙϛ Φλάουϊος Ἀπολλώνιος στρατηγὸς Ἀλεξανδρέων Χώρας διὰ Σαραπίωνος βασιλικοῦ γραμματέως διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν ἀσχολουμένῳ ἐπιστατείαν Σχεδίας καὶ Ἰουλιοπόλεως τῷ φιλτάτῳ χαίρειν. ἃ κατάγει εἰς Ἀλεξάνδριαν πρὸς τὴν τῆς πόλεως εὐθηνίαν ἀπὸ κώμης Ἀντύλλης κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Αὐιδίου Ἡλιοδώρου …ιων οἰνέμπορος ὠνησάμενος παρὰ μὲν Ἡφαιστίωνος μητρὸς Ἀχιλλείας οἰνεμπόρου …Θαυβαροῦτος καὶ Θέωνος …Πετθείριος οἴνου διπλᾶ τϙϛ …κ…ητιας γενήματος δ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ὑπὲρ ὧν ἐχειρογράφησαν οἱ προγεγραμμένοι εἶναι αὐτὰ ἐξ ἀτελῶν ἐδαφῶν ὁ μὲν Ἡφαιστίων ἧς ἔχει ἐν μισθώσει παρὰ …νο…ειωνος Λυσιμάχου ἀρούρης α …οὔσης περὶ πεδίον Ἀντύλλης οἱ δὲ περὶ τὴν Θαυβαροῦν ὧν ἔχουσι ἐν μίσθωσει παρὰ …λλατος θα…δρεως ἀρουρῶν …οὐσῶν περὶ τὴν αὐτὴν κώμην καὶ ὁ τῆς κώμης κωμογραμματεὺς ἐνόρκως προσεφώνησεν εἶναι ἐξ ἀτελῶν ἐδαφῶν· ὅπερ ἵνʼ εἰδῇς φίλτατε γέγραφά σοι. ἐρρῶσθαί σε εὔχομαι ἔτους ε Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς …