Ancient Greek
P.Diog. 19
Documentary Papyri, P.Diog. 19
Not analysed yet
βιβλιοφύλαξι δημοσίων λόγων, παρὰ Αὐρηλίου …ος Πασίωνος μητρὸς Ἀμμωναρίου, ἀπὸ κώμης Φιλαδελφίας, ἐπιτρόπου ἀπὸ ἐξηγητικῆς ἀρχῆς Αὐρηλίας Κοπρίας ἀφήλικος θυγατρὸς Διογένους καὶ Ἀμμωναρίου, Ἀντινοίδος. κατεχώρισα ὑμῖν λόγον τῆς προκιμένης ἐπιτροπῆς μου ἀπὸ μηνὸς Ἐπεὶφ τοῦ διεληλυθότος ε ἔτους ἕως μηνὸς Χυὰκ τοῦ ἐνεστῶτος ϛ ἔτους, μηνῶν ἕξ ,καὶ ἔσχον τὴν ἴσην ἀποχήν. Αὐρήλιος Ἑρμῆς γραμματεὺς βιβλιοφυλάκων σεσημείωμαι.