Ancient Greek
P.Diog. 25
Documentary Papyri, P.Diog. 25
Not analysed yet
Ἡρακλείδης Νεμεσίωνος …ελπιδουτ… Ἀπολλωνίου …σειωτις ἀπελευθερα… νος χαίρειν ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ δάνειον διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑκατὸν ἀριθμοῦ πλήρης τόκων δραχμιαίων ἑκάστης μνᾶς κατὰ μῆνα ἃς καὶ ἀποδώσω σοι σὺν τοῖς τόκοις ἐν μησὶν ἓξ ἀπὸ μηνὸς Ἁδριανοῦ τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως. ἐὰν δέ τι παραβαίνω, ἐκτείσω σοι τὸ δάνειον σὺν ἡμιολίᾳ καὶ τοῦ ὑπερπεσόντος χρόνου τοὺς τόκους, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης, τό τε χειρόγραφον τοῦτο δισσὸν γραφὲν ἐκ συνφώνου κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ, μηνὸς Ἁδριανοῦ ὀγδόῃ Ἡρακλείδης Νεμεσίωνος ἔσχον τὰς δραχμὰς ἑκατὸν ἀριθμοῦ πλήρης ἃς εἰς μηνᾶς ἓξ ἀποτείσω