Ancient Greek
P.Diog. 3
Documentary Papyri, P.Diog. 3
Not analysed yet
Μᾶρκος Λουκρήτιος Διογένης Μάρκου Λουκρητίου Μίνωρος Ἁδριάνιος ὁ καὶ Ζήνιος ὡς ἐτῶν λβ ὑπὲρ υἱοῦ Ἑρεννᾶτος ἐνιαυτοῦ ἑνὸς εἰς Ποσιδεῶνα Θὼθ ιϛ τοῦ ἐνεστῶτος ιη ἔτους Σεουήρου καὶ Ἀντωνίνου Καισάρων τῶν κυρίων ἐκ τῆς ἀποζευχθείσης γυναικὸς Ἀμμωναρίου Σύρου ἀπὸ κώμης Φιλαδελφείας τοῦ Ἀρσινοείτου νομοῦ ὡς ἐτῶν ιζ. γνωστῆρες· Γάιος Ἰούλιος Νίνναρος Λουκρητίας τῆς καὶ Κελερείνης Ἁδριάνιος ὁ καὶ Ζήνιος, Λούκιος Νώνιος Ἐπίμαχος Λουκίου Νωνίου Ἐπιμάχου Ὀσειραντινόειος ὁ καὶ Κλειτόριος, Ἑρμίας Ἀνουβίωνος Ἀμμωνίου Αἰλιεὺς ὁ καὶ Πολιεύς. ἔτους ιη Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν ,μηνὸς Ληναιῶνος Φαῶφι κ. ἐπὶ πρυτάνεως Μάρκου Αἰλίου Αὐρηλίου Ἡλιοδώρου αἰωνογυμνασιάρχου. Διόσκορος ὁ καὶ Πλουτογένης πρυτανικὸς καὶ γραμματεὺς τῆς κρατίστης βουλῆς σεσημείωμαι. …