Ancient Greek
P.Diog. 37
Documentary Papyri, P.Diog. 37
Not analysed yet
Σαραπάμμων δημοσιώνης τέλους καταλοχισμῶν Ἀρσινοίτου καὶ ἄλλων νομῶν διὰ Τρύφωνος πραγματευτοῦ Ἀμμωναρίῳ οὐδέπω ἐτῶν Σύρου Πάσειτος χαίρειν. διέγραψάς μοι τέλος μετεπιγραφῆς ἀπὸ συμβόλου ἐμοῦ ια ἔτους Φαῶφι ϛ ὧν παρεχωρήθησάν σοι διὰ τοῦ καταλογείου τῷ ι ἔτει Μεχεὶρ παρὰ Μάρκου Ἰουλίου Κασιανοῦ περὶ κώμην Φιλαδελφίαν κλήρου κατοικικοῦ ἀρουρῶν δύο μετὰ τὰς διαγραφείσας ι ἔτει Ἐπεὶφ λ ἐπὶ λόγου δραχμὰς εἴκοσι ,καὶ νῦν τὰς λοιπὰς συναγομένας δραχμὰς …. ἔρρωσο. ἔτους ια Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ …