Ancient Greek
P.Dion 32
Documentary Papyri, P.Dion 32
Not analysed yet
…ὁ καὶ …ης Κεφαλᾶτος …χαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ πυροῦ στερεοῦ ἀρτάβας ἑβδομήκοντα ,ἃς μεμέτρημαι παρὰ σοῦ τόκων ἡμιολίων πυροῦ ἀρτάβαις τριάκοντα πέντε ,τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυρῶν ἀρτάβας ε῾κατὸν πέντε ,ἀποτείσω σοι ἢ τοῖς παρὰ σοῦ ἐν τῶι Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος η ἔτους, πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστήσω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ἃ γέγραπται, ἀποτείσω σοι ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς δισχιλίας ,τῆς πράξεως οὔσης καθʼ ἅπερ ἐκ δίκης· ἡ χεὶρ ἥδε κυρία ἔστω παντὶ τῶι ἐπιφέροντι καὶ πανταχῇ ἐπιφερομένη. ἔτους η …,ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διὰ Θέωνος.