Ancient Greek
P.Dion 34
Documentary Papyri, P.Dion 34
Not analysed yet
Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ……ου Μακεδόνι ἑκατοντάρχωι τῆς Λόχου ἡγεμονίας Ἀκωριτῶν χαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ τιμὴν πυροῦ ἀρταβῶν …ἃς ἀποδώσω σοι ἢ τοῖς παρὰ σοῦ ἐν τῶι Παῧνι μηνὶ τοῦ β ἔτους, πυρὸν στερεὸν νεὸν καθαρὸν ἄδολον μέτρωι τῶι ἐμῶι καὶ καταστήσω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ὅτι πρόκειται, ἀποτείσω σοι ἢ τοῖς παρὰ σοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς δισχιλίας ,τῆς πράξεως οὔσης σοί τε καὶ τοῖς παρὰ σοῦ ἐξ ἐμοῦ τε καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθʼ ἅπερ ἐκ δίκης· ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένη καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους β, Θῶυθ ζ. ἔτους β, Παῧνι α…, ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διʼ Ἀπολλωνίου.