Ancient Greek
P.Diosk. 2
Documentary Papyri, P.Diosk. 2
Not analysed yet
Διοσκουρίδει φρουράρχωι παρʼ Ἀμμωνίου τοῦ Νικίου τῶν ὑπὸ σὲ τεταγμένων στρατιωτῶν. ἐπεὶ πλεονάκις συντεταχότος σοῦ Πτολεμαίωι τῶι ὑπηρέτηι ἐκτιθέναι μοι τὰ καθήκοντα κατὰ μῆνα ἐκ πλήρους, τούτου δὲ μὴ ὑπομένοντος, ἀλλʼ ἐμοῦ μόνον εἰληφότος ἐν τῶι κζ ἔτει ὀψωνίου καὶ σιτωνίου χαλκοῦ …φ ἀξιῶ, ἐὰν φαίνηται, προσκαλεσάμενον αὐτὸν ἀναγκάσαι ἀποδοῦναί μοι τὸ προσοφειλόμενον καὶ εἰς τὸ λοιπὸν συντάξαι ἀποδιδόναι μοι ἐκ πλήρους καθότι εἴθισται. τούτου δὲ γενομένου ἔσομαι τετευχὼς τῆς παρὰ σοῦ φιλανθρωπίας. …ἔτους κη Φαῶφι κα Ἀμμωνίου κατὰ Πτολεμαίου ὑπηρέτου περὶ σιταρχιῶν.