Ancient Greek
P.Diosk. 5
Documentary Papyri, P.Diosk. 5
Not analysed yet
Διοσκουρίδῃ ἡγεμόνι καὶ φρουράρχωι παρʼ Ἰάσονος καὶ Πετάλου τῶν πραγματευομένων τὴν δερματηρὰν τοῦ Ἡρακλεοπολίτου εἰς τὸ λε ἔτος. τῆι κα τοῦ Χοιὰχ εὑρόντες βύρσας ὀνέας ἐννέα παρεδώκαμεν Ἀπολλωνίωι καὶ Ἐπιμάχωι τοῖς παρὰ σοῦ καὶ σοὶ δὲ Δίδυμον τον̀ κεκολπιτευκότα αὐτά. ἐὰν οὖν φαίνεται, συνεχέσθω ὅ τε ἄνθρωπος καὶ τὰ φορτία μέχρι τοῦ ἐν κοινῷ συνεδρίῳ διεξαχθῇ τὰ κατʼ αὐτόν. εὐτύχει. ἔτους λε Χοιὰχ κα. ἔτους λε Χοιὰχ κβ Ἰάσονος κατὰ Διδύμου περὶ ἐπιτίμου βυρσῶν.