Ancient Greek
P.Dubl. 10
Documentary Papyri, P.Dubl. 10
Not analysed yet
ἔτους …υ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι κ…. διὰ τῆς Ἁρποκρατίωνος τραπέζης τῆς πλατείας Ἑρμουθιακῆς. Φιλόλογος Ἡρακλείδου τοῦ Φιλολόγου Αὐξιμητορειος ὁ καὶ Ἀλθαιεὺς, Δομιττίᾳ Ἐλπιδοῦτι ἀπελευθέρᾳ Δομιττίας …ωνας… μετὰ κυρίου τοῦ συνεξελευθέρου Γαίου Δομιττίου Εὐτυχοῦς τιμὴν οὗ ἐώνηται παρʼ αὐτῆς ἡμίσους μέρους κοινοῦ καὶ ἀδιαιρέτου οἰκίας καὶ αἰθρίου ἐπʼ Ἀπολλωνίου Παρεμβολῆς ἀκολούθως τῇ γεγονυίῃ εἰς αὐτὸν δημοσίᾳ οἰκονομίᾳ ἀργυρίου δραχμὰς τετρακοσίας, γίνονται δραχμαὶ υ.