Ancient Greek
P.Dubl. 15
Documentary Papyri, P.Dubl. 15
Not analysed yet
……θεων παραγενομένου Πριάμου ἀπόλυσον αὐτὸν, δοὺς αὐτῷ τὰ ὄντα παρὰ σοὶ πρόβατα ιδ, σοῦ ἀπολαμβάνοντος δραχμὰς ἑκατὸν τεσσεράκοντα μεθʼ ἃς ἔλαβες παρʼ ἐμοῦ ἐπὶ παρόντι μοι δραχμὰς τεσσεράκοντα καὶ παρὰ Πριάμου ὀγδοήκοντα ,ὡς εἶναι ἐπὶ τὸ αὐτὸ δραχμὰς διακοσίας ἑξήκοντα . γινώσκειν δέ σε θέλω ὅτι παρὰ δεξιὰν ἐχρήσω. ἐμοῦ γὰρ παρόντος ὑπέσχου τὸ διάρουρον τοῦ χόρτου δραχμῶν ἑκατὸν βρωθῆναι. ὕστερον δὲ ἐκαίνισας ἡμᾶς σὺν τῇ τιμῇ τοῦ αἰγὸς δραχμὰς τριάκοντα μηδὲ πλήρη ὄντων τῶν πέντε ἀρουρῶν, εἰδὼς ὅτι οὐκ ἀλλότριος προηρχόμην εἰ μὴ ἐμαυτοῦ. καὶ νῦν οὖν, φίλτατε, μηδεμίαν κατοχὴν ποιήσῃ ἀλλὰ εὐθέως ἀπόλυσον αὐτὸν καὶ Μαμερτεῖνον, ὑπηρετήσας αὐτοὺς πρὸς τὴν νύκτα. κακῶς δὲ ἔπραξας μὴ ἀναβὰς πρὸς τὴν ἑορτὴν. κἀννῦν ἄνελθε διὰ …τὸν φίλον. ἔρρωσο. Ἀγαθ …