Ancient Greek
P.Dubl. 24
Documentary Papyri, P.Dubl. 24
Not analysed yet
τῷ ἀδελφῷ Μαθθίᾳ υἱῷ Φοιβάμμωνος παρὰ Μαρίας θυγατρὸς Νααραοῦς Παχῶς, ἀμφότεροι ἀπὸ τοῦ Λευκογίου κτήματος τοῦ Ἡρακλεουπολίτου νομοῦ χαίρειν. ὁμολογῶ τὰ ὑποτεταγμένα. ἐπειδὴ περὶ φιλονικίας γενομένης μεταξὺ ἡμῶν περὶ τῆς ἐξαρτίας τοῦ μακαρίου Γεωργίου υἱοῦ Νααραοῦς Παχῶς καὶ πολλῶν περὶ τούτων κινηθέντων τέλος ἔδοξεν κατὰ μεσιτείαν Νααραοῦ υἱοῦ Σενουθίου ὥστε σὺν Θεῷ πληρωθῆναι μοι τὸ γραμμάτιον τῶν ἕνδεκα νομισματίων παρὰ δὲ δύο καταβολάς, ἑτοίμως ἔχω παραδοῦναί σοι τὸν θεῖον ὅρκον ὡς οὐδέν σοι ἔκρυψα τῶν αὐτῶν σκευῶν τοῦ μακαρίου Γεωργίου τοῦ ἀδελφοῦ ἡμῶν. διὰ γὰρ τοῦτο καὶ μόνον πεποίημαί σοι ταύτην τὴν ἀμεριμνίαν ὡς πρόκειται. ἐγράφη μηνὶ Μεσορὴ κγ ἰνδικτίονος δ Αὐρηλίᾳ Μαρίᾳ θυγατρὶ Παχῶς στοιχεῖ μοι. ἐγὼ Ἀνοῦπ ὁ καὶ Πουῶνσις ἔγραψα ὑπὲρ αὐτῆς καὶ μαρτυρῶ δι εμυ ευγενιυ διʼ ἐμοῦ Α…ιου υἱοῦ Βίκτωρος ἐγράφη ἀσφάλεια Μαρίας θυγατρὸς Παχῶς εἰς Μαθθίαν Φοιβάμμωνος