Ancient Greek
P.Dubl. 26
Documentary Papyri, P.Dubl. 26
Not analysed yet
Αὐρήλιος Κοσμᾶς υἱὸς τοῦ δεῖνος ἀπὸ Ὀννὴ παρὼν δὲ τὸ νῦν ἐν τῷ κτήματι Ταμαύεως μετʼ ἐγγυητοῦ καὶ ἀναδόχου τῆς ἀποδόσεως τοῦ χρέους ἐμοῦ Αὐρηλίῳ τῷ δεῖνι υἱῷ τοῦ δεῖνος ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἐκμεμισθωκέναι σοι ἐμαυτὸν ἐκτελοῦντα πρὸς σὲ πάντα τὰ ἐπιτασσόμενά μοι παρὰ σοῦ οἱαδήποτε ἔργα ἀπεριφρονήτως καὶ ἀκαταγνώστως ἐπὶ ἐνιαυτὸν ἀριθμούμενον ἀπὸ νεομηνίας τοῦ εἰσιόντος μηνὸς Τῦβι τῆς παρούσης πρώτης ἰνδικτίονος, καὶ δέξασθαί με παρὰ σοῦ ὑπὲρ μισθοῦ ἐμοῦ εἰς τὸν αὐτὸν ἐνιαυτὸν χρυσίου νομισμάτια β, ἐντεῦθεν ἤδη ἔσχον παρὰ σοῦ ἐκ τοῦ αὐτοῦ μισθοῦ νομισμάτιον α, καὶ σὺν θεῷ πληρουμένου τοῦ ἐνιαυτοῦ λαβεῖν με τὸ ἄλλο νομισμάτιον α, τρεφομένου μου παρὰ σοῦ εἰς τὴν …