Ancient Greek
P.Dubl. 28
Documentary Papyri, P.Dubl. 28
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ φιλανθρώπου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους …τῆς παρούσης ιε ἰνδικτίονος ἐν Λευκογίου κώμῃ Ε…κ…σ…βρα…ει ὁμογνήσιοι ἀδελφοὶ υἱοὶ τοῦ μακαρίου Ἰς… ἀπὸ κώμης Λευκογίου τοῦ Ἡρακλεουπολίτου νομοῦ, τῷ εὐλαβεστάτῳ Ἡρακλίδῃ πρεσβυτέρῳ υἱῷ Μαθθίου καὶ αὐτοῦ γενομένου πρεσβυτέρου ἀπὸ τοῦ αὐτοῦ κτήματος τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι ἡμᾶς παρὰ σοῦ διὰ χειρὸς ἡμῶν καὶ χρεωστεῖν σοι …χρυσοῦ νομισμάτια πεντήκοντα …