Ancient Greek
P.Dubl. 31
Documentary Papyri, P.Dubl. 31
Not analysed yet
Αὐρηλίῳ Παλοῦτι λινούφῳ ἀπὸ Πανὸς πόλεως παρʼ Αὐρηλίου Πασνῶτος Ἀλώπηκος ἀπὸ τῆς αὐτῆς πόλεως. μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τῆς ἐνεστώσης ὑπατείας πρὸς ὃν βουληθῇς χόνον μέρος ἥμισυ ἐργαστηρίου λινουφικοῦ ὄντος ἐν τῇ Παρεμβολῇ τῶν Χριστιανῶν, σὺν πήγμασι δυσὶ καὶ ἐξαρτίαις αὐτῶν, καὶ τελέσω σοι ὑπὲρ μὲν ἐνοικίου τοῦ μέρους ἡμίσους ἀργυρίου τάλαντα διακόσια ,ὑπὲρ δὲ ἐνοικίου τῶν πηγμάτων δύο ὑφαίνων λίνα δέκα ,σοῦ παρέχοντος τὰ λίνα. μεθʼ ὃν χρόνον ἐναφήσω σοι ὡς παρείληφα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Ἀρβιτίωνος καὶ Λολλιανοῦ Θὼθ ε. Παλοῦς ὁ προκείμενος ἐμίσθωσα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος ἀξιωθεὶς Αὐρήλιος Θεόδωρος ἀπὸ Πανὸς πόλεως …