Ancient Greek
P.Dubl. 34
Documentary Papyri, P.Dubl. 34
Not analysed yet
τῷ ἐμῷ ἀδελφῷ Εὐλογίῳ μονάζοντι Μελιτιανῷ ἐν τῷ ὄρει Λάβλα υἱῷ Ποῦσι ἀπὸ κώμης Θεαγενίδος παρὰ Αἰουλίου μονάζοντος τοῦ αὐτοῦ νομοῦ υἱοῦ Ἀρανθίου ἀπὸ κώμης Ψινὸλ τοῦἈρσινοίτου νομοῦ χαίρειν. ὁμολογῶ ἐπειδὴ γεγράφηκα ἄλλοτε Ἰσὰκ υἱῷ Σαβίνου περὶ τοῦ ἐμοῦ μοναστηρίου οἱονδήποτε ἐξενίκῃ τὸ ἐμὸν χαρτίον ἄκυρόν εἶναι, ἀλλὰ μετὰ τὴν τελευτήν μου τῷ Εὐλογίῳ ἔσεσθαι τὸ μοναστήριόν μου, καὶ οἱονδήποτε ἔχω ἐμαυτοῦ ἤτοι ζημίας ἤτοι κέρδους τῷ Εὐλογίῳ ἔσεσθαι. ἐὰν δὲ ἀπέλθω ἀπὸ Εὐλογίου ζῶν τῷ Εὐλογίῳ ἔσεσθαι τὸ μοναστήριον μου, ἢ φέρω οἱονδήποτε ἄνθρωπον ἢ μονάζοντα ἐπάνω Εὐλογίου ἔσω εἰς τὸ μοναστήριόν μου δίχα Εὐλογίου, τῷ Εὐλογίῳ ἔσεσθαι τὸ μοναστήριον. καὶ ἐγὼ μὲν ὁμολογῶ, ἐγὼ Εὐλόγιος, τῷ ἐμῷ ἀδελφῷ Αἰουλίῳ οὐκ ἐξεῖναι μοι ἀπορρίψαι σε ἀπʼ ἐμοῦ ζῶντα ἕως τοῦ καὶ ἀποθανῇς, ὡς πρόκιται. μαρτυροῦμεν ἡμεῖς οἱ εὐλαβέστατοι Ἄπα Ὃλ καὶ Τοῦρβος πρεσβύτεροι ἁγίας καθολικῆς ἐκκλησίας Μελιτιανοὶ ἐν τῷ ὄρει Λάβλα, καὶ Ἠλίας διάκων τοῦ αὐτοῦ νομοῦ, καὶ ἡμεῖς οἱ εὐλαβέστατοι Ἀνοῦπ καὶ Παμούτιος καὶ Σαμβᾶς πρεσβύτεροι ὀρθόδοξοι ἐν τῷ ὄρει Λάβλα περὶ τοῦ ἐγγράφου τούτου ὡς πρόκιται. ἐγράφη ἐπαγομένων α, ε ἰνδικτίονος. διʼ ἐμοῦ Ἀπολλῶ ἐγράφη. . ὁμολογία διαλύσεως Αἰουλίου εἰς Αὐρήλιον Εὐλόγιον μονάζοντες Μελιτιανοὶ ἐν τῷ ὄρει Λάβλα. περὶ τοῦ ἐγγράφου τούτου ὡς πρόκιται. ἐγράφη ἐπαγομένων α, ε ἰνδικτίονος. διʼ ἐμοῦ Ἀπολλῶ ἐγράφη. . ὁμολογία διαλύσεως Αἰουλίου εἰς Αὐρήλιον Εὐλόγιον μονάζοντες Μελιτιανοὶ ἐν τῷ ὄρει Λάβλα.