Ancient Greek
P.Dura 12
Documentary Papyri, P.Dura 12
Not analysed yet
οφυλακίου. τῶν δὲ τελευτησάντων τὰς κληρονομίας ἀποδίδοσθαι τοῖς ἄγχιστα γένους, ἀγχιστεῖς δὲ οἵδε· ἐὰν μὴ τέκνα λείπῃ ἢ υἱοποιήσηται κατὰ τὸν νόμον, πατὴρ ἢ μήτηρ, μὴ ἄλλῳ ἀνδρὶ συνοικοῦσα· ἐὰν δὲ μηθεὶς τούτων ᾖ, ἀδελφοὶ ὁμοπάτριοι· ἐὰν δὲ μηδὲ οὗτοι ὦσιν, ἀδελφαὶ ὁμοπάτριοι· ἐὰν δὲ μηθεὶς τούτων ᾖ, πατρὸς δὲ πατὴρ ἢ πατρὸς μήτηρ ἢ ἀνεψιὸς ἀπὸ πατρὸς γεγεννημένος, τούτων ἡ κληρονομία ἔστω. ἐὰν δὲ μηθεὶς τούτων ὑπάρχῃ, βασιλικὴ ἡ οὐσία ἔστω. κατὰ δὲ ταῦτα ἔστωσαν καὶ αἱ ἀγχιστείαι.