Ancient Greek
18.rext.20 to 18.v.5
Documentary Papyri, P.Dura 18.rext.20-18.v.5
Not analysed yet
ὑπαρχόντων, ὑποκειμένων δὲ κατὰ τὴν αὐτὴν τοῦ δανείου συγγραφὴν ἐπὶ ταῖς κατὰ τὸν περὶ τῶν ὑποθηκῶν …νόμον κειμέναις διαστολαῖς, ἐξωμολογήσατο Νικανωρ ὁ αὐτὸς διδόναι …ισειν κατὰ τὰ περὶ τῶν δόσεων δεδογματισμένα Τιμωνάσσηι τῆι αὐτῆι, οὔσηι αὐτοῦ πενθερᾶι, ἀνθʼ ὧν ἔφη εὐχρηστηθῆναι αὐτὸν ὑπʼ αὐτῆς ἐν πλείοσιν, τὰ δηλούμενα ἀὐτῆς καὶ τοῦ Διοκλέους ὑπάρχοντα πάντα χωρὶς σωμάτων δουλικῶν τῶν ὄντων ἐκ τῶν αὐτῶν ὑπαρχόντων, οἷς ὀνόματα· Ναβουβάρακος, Θηχανναία καὶ Ναβουιάαβος, ἐπικαλούμενος δὲ Βαισᾶς, ὄντων δὲ πρὸς αὐτὸν Νικάνορα, ἐφʼ ὧι διαμενεῖ τὰ δεδομένα κυρίως εἰς ἅπαντα τὸν χρόνον Τιμωνάσσηι τε καὶ ἐγγόνοις καὶ τοῖς μεταληψομένοις παρʼ αὐτῶν καὶ οὐκ ἀθετήσει ὁ Νικάνωρ τὴν δόσιν ταύτην κατʼ οὐδένα τρόπον, ἐὰν δὲ ἀθετήσῃ αὐτὸς ἢ ἕτερος ἐκ αὐτοῦ λόγου, ἡ μὲν ἀθέτησις ἔσται ἄκυρος, ὁ δὲ Νικάνωρ ἢ ὁ παρὰ ταῦτʼ ἀγηγοχὼς …ἔνοχος ἔσται τοῖς διηγορευμένοις ἐπιτίμοις κατὰ τῶν τὰς δόσεις ἀνασκευαζόντων καὶ ἡ δόσις ἔσται καὶ οὕτως κυρία· ἔχει δὲ καὶ ἀντισύγγραφον. μάρτυρες· Σέλευκος, Ἀδαῖος, τῶν βασιλικῶν δικαστῶν καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλων καὶ τῶν σωματοφυλάκων, Παυσανίας, εἰσαγωγεὺς καὶ πράκτωρ καὶ τῶν σωματοφυλάκων, Δαμόνικος Μαρίου, Δημοκράτης Δαμονίκου, Ἀπολλογένης Πτολεμαίου. ἐσφράγισμαι. ἐπεβαλόμην. Νικάνωρ ὁ ἐπάνω ἐχρημάτισα. ηϙτ Πανήμου ιγ. δόσις ὑπαρχόντων ὑπὸ Νικάνορος τοῦ Ξενοκράτους τοῦ Ἀδδαίου Τιμωνάσσηι τῆι Σελεύκου τοῦ Λυσίου.