Ancient Greek
P.Dura 21
Documentary Papyri, P.Dura 21
Not analysed yet
…ἀποδώσει ὁ Βααδάδαδος τῶι Ἀπολλωνίωι ἐν μηνὶ …τῶι ἐν τῶι ὡς τὸ πρότερον …ἔτει· ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι, ἔσται καὶ οὕτως παρεχόμενος ὁ Βααδάδαδος τῶι Ἀπολλωνίωι τὰς αὐτὰς χρείας ἐπὶ ταῖς προκειμέναις διαστολαῖς μέχρι τῆς τοῦ ἀργυρίου ἀποδόσεως· ἐὰν μέντοι γε τοῦ χρόνου παρεληλυθότος βούληται ὁ Ἀπολλώνιος ἐκκομίζεσθαι τὸ ἀργύριον, ἀπαιτηθεὶς δὲ ὁ Βααδάδαδος μὴ δύνηται αὐτίκα τὸ ἀργύριον ἀποδοῦναι, ἡ πρᾶξις ἔσται τῶι Ἀπολλωνίωι καὶ παντὶ τῶι τὴν συνγραφὴν ταύτην ἐπιφέροντι παρά τε τοῦ Βααδαδάδου καὶ τῶν ὑπαρχόντων τῶν ὑποκειμένων καὶ ὧν ἂν ἐπικτήσηται πάντων, ἐκπράσσοντι κυρίως τὸ πᾶν πλὴν …σὺν τῶι …ωι· παρὼν δὲ Βηλάκαβος Σαλαμάνου τοῦ Βαναρσᾶ …τῶν ἀπὸ …εὐδόκησεν τῶι χρηματισμῶι τούτωι καὶ τῆι ὑποθήκηι. ἐτάξατο δὲ ὁ Βααδάδδαδος ἀνανεώσεσθαι τὴν συνγραφὴν ταύτην διὰ τοῦ αὐτόθι χρηματιστηρίου ὅταν παραγγελῇ αὐτῶι ὑπὸ τοῦ Ἀπολλωνίου ἐν ἄλλαις ἡμέραις πέντε · ἐὰν δὲ μὴ ἀνανεώσηται ἐκτείσειν τῶι Ἀπολλωνίωι ἐπίτιμον ἀργυρίου δραχμὰς …εἰς δὲ τὸ βασιλικὸν τὰς ἴσας, καὶ τὴν συνγραφὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν. μάρτυρες· Νικόστρατος ……κλέους, Δαμόνικος Δημοκράτους. …ου τετρακοσιοστοῦ Περιτίου πέμπτηι ἐπʼ εἰκάδι. …ου τετρακοσιοστοῦ Περιτίου πέμπτηι ἐπʼ εἰκάδι. …ου τετρακοσιοστοῦ Περιτίου πέμπτηι ἐπʼ εἰκάδι.