Ancient Greek
25.ext.23 to 25.ext.38
Documentary Papyri, P.Dura 25.ext.23-38
Not analysed yet
ἐπιφυτευτικοῖς περὶ Ναβαγάτα τὴν αὐτὴν, ἐγγὺς τῆς αὐτῆς κώμης, λεγομένης δὲ τῶν Βαείριος, ἐκ τῆς πρὸς Ἡλιόδωρον Λυσίου, τὸν ἀδελφὸν αὐτοῦ, τὸν ἔχοντα τὸ λοιπὸν μέρος τῆς αὐτῆς ἀμπέλου μετοχῆς· τὸν δʼ αὐτὸν δοῦλον καὶ τὸ μέρος ἥμισυ τῆς αὐτῆς ἀμπέλου ἐπιβαλόντα αὐτῶι Λυσίᾳ μεθʼ ἑτέρων κατὰ τὴν γενομένην αὐτῶι διαίρεσιν πρὸς Ἡλιόδωρον τὸν ἐπάνω ἀδελφὸν αὐτοῦ κατὰ χρηματισμὸν γεγενημένον διὰ τοῦ αὐτόθι χρεοφυλακίου ἐν τῶι ἐνεστῶτι ἔτει καὶ διελθόντι μηνί. τὸ δὲμέρος ἥμισυ τῆς ἀμπέλου σὺν μέρει ἀκροδρύοις, ληνῶνι, καὶ τοῖς ἄλλοις τοῖς συνκύρουσι καὶ καθήκουσι πᾶσι καὶ κατὰ τὰς προυπαρχούσας τῆς αὐτῆς ἀμπέλου ὅριά τε καὶ νομὰς ἐπρίατο Ἡλιόδωρος Λυσίου, ὁ προγεγραμμένος, ἀργυρίου Τυρίου κόμματος δραχμῶν πεντακοσίων καὶ τῶν γεινομένων πάντων. βεβαιοῖ καὶ προπωλεῖ κατὰ τὸν νόμον Λυσίας ὁ ἀποδόμενος καὶ ἐξεδέξατο, ἐάν τις ἐμποιηθῇ τοῦ πεπραμένου δούλου καὶ τοῦ μέρους ἡμίσους τῆς ἀμπέλου, αὐτὸν ἀντικαταστάντα καθαροποιήσειν τῶι Ἡλιοδώρωι, ἐὰν δὲ μὴ καθαροποιήσῃ, βλαβῇ δέ τι ὁ Ἡλιόδωρος διὰ ταῦτα, ἐκτίσειν αὐτῶι πᾶν ὃ ἂν γένηται αὐτῶι βλάβος διπλοῦν καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς πεντακοσίας ,ὑπάρχειν δὲ καὶ οὕτως τὴν καταγραφὴν ταύτην κυρίαν. μάρτυρες· Ἡλιόδωρος, στρατηγὸς καὶ ἐπιστάτης τῆς πόλεως· Θεόμνηστος, Θεόδοτος, Ἀθηνόδωρος χρεοφύλακες· Ὄλυμπος Λυσίου, Ἀρτεμίδωρος Θεοδώρου, Ἀπολλοφάνης Χαρανίδου. ἐξείληπται. υϙα, Περιτίου δ. Λυσίας, ὁ ἐπάνω, ἀπεδόμην κατὰ τὰ προγεγραμμένα καὶ Χ̓ρημάτισα. Περιτίου δ.