Ancient Greek
P.Eirene 2 12
Documentary Papyri, P.Eirene 2 12
Not analysed yet
ὑπατείᾳ τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἀναστασίου τοῦ αἰωνίου αὐγούστου καὶ Φλαουίου Ῥούφου τοῦ ἐνδοξοτάτου, Παῦνι κγ τῆς ιε ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει. τῷ οἴκῳ Ἀπίωνος τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου διὰ Ἀπολλῶ λογιστοῦ Φλάουιος Ἰακὼβ σιγγουλάριος τῆς ἡγεμονικῆς τάξεως υἱὸς Παννεοῦτος Ἀρσινοίτης χαίρειν. ὁμολογῶ ἐπομνύμενος θεὸν παντοκράτορα καὶ νίκην καὶ εὐσέβειαν τῆς καλλινίκου κορυφῆς ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον ἄπα Σίωνα, υἱὸν Ἰωάννου ζητάριον καὶ κηπουρὸν τοῦ ἀρχοντικοῦ καταγωγίου παραμένοντα ἀπαραβάτως καὶ ἀκαταγνώστως καὶ ἐξυπηρετούμενον ταῖς δημοσίαις χρείαις καὶ ταῖς ἀρχοντικαῖς προστάξεσιν μηδαμῶς ἀπολιμπανόμενον εἰς πάντα τὸν χρόνον τῆς λογιστείας τοῦ προειρημένου οἴκου. εἰ δʼ αὐτὸς ἀπολειφθείη καὶ ἐπιζητούμενον μὴ παρενέγκω καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ταύτης τῆς πόλεως ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ πάσης οἱασδήποτε ἄλλης προσφυγῆς ἔνθεν καὶ παρείληφα ὑπεύθυνος ἔσομαι ἐγὼ ὁ τούτου ἐγγυητὴς ὁ προγεγραμμένος τὰς ἀποκρίσεις ὑπὲρ αὐτοῦ ποιεῖσθαι ὑποκειμένων εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων. ἡ ἐγγύη κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Φλάουιος Ἰακὼβ σιγγουλάριος υἱὸς Παννεοῦτος ὁ προκείμενος ἐγγυῶμαι Αὐρήλιον Ἄπα Σίων Ἰωάνου δητάριον καὶ κηπουρὸν τοῦ ἀρχοντικοῦ καταγωγίου ὡς πρόκειται . Αὐρήλιος Παπνοῦθις Φοιβάμμωνος ἰδυογράφος ἀφʼ Ἡρακλέους πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος . διʼ ἐμοῦ Ἐπιφανίου συμβολαιογράφου ἐγράφη . ἐγγύη Ἰακῶβ Παννεοῦτος σιγγουλαρίου εἰς Ἄπα Σίωνα ζητάριον καὶ κηπουρόν.