Ancient Greek
P.Eleph.Wagner 1
Documentary Papyri, P.Eleph.Wagner I
Not analysed yet
γνώσεως μέρος τῆς γενομένης ἔτους ζ διὰ χρηματιστῶν Πασιστράτου Λοφίου ἐκ πάντων οὖν τούτων κρίνομεν Μουσαῖον ἀπαχθῆναι εἰς τὰ ἔργα. ἀπαχθῆναι δὲ καὶ Νικίαν Νικάνορος Μακεδόνα εἰς τὰ ἔργα, ὃς οὐκ ἐστὶν ἐμφανὴς ἐπὶ τοῦ παρόντος, ὅτι ἐπεγράφη κύριος Βιοτῆς τοῦ πατρὸς αὐτῆς ζῶντος οὐ λαβὼν πρόσταγμα παρὰ τοῦ βασιλέως οὐδὲ παρὰ χρηματιστῶν ἀλλʼ εἰς ταῦτα ἐπιδοὺς ἑαυτὸν παρὰ τοὺς νόμους οἷς ἐστὶν πρόγραμμα παρʼ ὧν χρὴ γαμεῖν ἀνάγειν δὲ αὐτὸν τὸν βουλόμενον ἐπ’ Αἰνησίδημον