Ancient Greek
P.Enteux. 30
Documentary Papyri, P.Enteux. 30
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν …τῶν ἐν τῆι Ἀλεξάνδρου νήσωι. ἀδικοῦμαι ὑπὸ Δωροθέου …κώμην. τοῦ γὰρ ε ἔτους, ὡς αἱ πρόσοδοι, Φαμενὼθ …τῆι συνερίθωι μου προσνοήσας ἱμάτιόν μου …αὐτὸ ᾤχετο ἔχων. αἰσθομένης δέ μου κατε… …τὸ ἱμάτιον ἐν τῆι προσευχῆι τῶν Ἰουδαίων ἐπιλα…ωπους· ἐπιπαραγίνεται δὲ Λήζελμις, ἑκατοντάρουρος …τὸ ἱμάτιον Νικομάχωι τῶι νακόρωι ἕως κρίσεως …δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι …τῶι ἐπιστάτηι ἀποστεῖλαι τὸν Δωρόθεον καὶ Νικόμαχον …ἱμάτιον ἐπʼ αὐτὸν καί, ἐὰν ἦι ἃ γράφω ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναί μοι τὸ ἱμάτιον ἢ τὴν τιμήν, περὶ δὲ τῆς ῥᾳδιουργίας …τούτου γὰρ γενομένου, ἔσομαι διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τετευχυῖα. εὐτύχει. …