Ancient Greek
P.Enteux. 38
Documentary Papyri, P.Enteux. 38
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἡρακλείδης, χειριστὴς τῆς ἐν τῆι Πολέμωνος μερίδι τραπέζης. ἀδικοῦμαι ὑπὸ Ἀθηνογένους, τῶν ἐν Καμίνοις ὀνηλατῶν. μισθωσαμένου γάρ μου παρʼ αὐτοῦ ὄνους ογ πρὸς τὴν παρακομιδὴν τῶν βασιλικῶν χρημάτων, καὶ δόντος αὐτῶι χειρώμακτρον ἐν ὧι …χιτὼν καὶ ἱμάτιον α…ν ἐνεχυρασμένα τῶν ἐθνῶν …τὰς καθηκούσας …τὰς ἀναφοράς· Ἀθηνογένης δὲ ἐπα… οὐκ ἀπέδωκεν ἡμῖν ωρ…ται δ… ἐὰν ἐνδειχθῇ εἰληφὼς παρʼ ἐμοῦ ἀπὸ τ… τ…ι ἐπιστολὴν ἡμῖν προε… περὶ αὐτῶν τούτων. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἡφαιστίωνι τῶι ἐν Καμίνοις ἐπιστάτηι, ἀνακαλεσάμενον Ἀθηνογένην ἐπισκέψασθαι περὶ τούτων καί, ἐὰν ἐνδειξώμεθα δεδωκότες αὐτῶι τὸ ἱμάτιον καὶ τὸν χιτῶνα ἐν τῶι χειρωμάκτρωι, ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναι ἡμῖν τὴν …ἐπιστολὴν ἡμῖν προεῖται. τούτου γὰρ γενομένου, διὰ σέ, βασιλεῦ, τὸν πάντων κοινὸν σωτῆρα καὶ εὐεργέτην, τοῦ δικαίου τεύξομαι. εὐτύχει. Ἡφαιστίωνι. μάλιστα διάλυσον· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Ἡρακλείδης χειριστὴς πρὸς Ἀθηνογένην περὶ ἱματίων.