Ancient Greek
P.Enteux. 49
Documentary Papyri, P.Enteux. 49
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Σώπολις. ἀδικοῦμαι ὑπὸ Δημοῦς τινος, τῶν κατοικουσῶν ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, ἣ καὶ μισθαρνεῖ. παραστησαμένη γάρ τινας ἐξ ἀπάτης, ἀνέπεισεν τὸν υἱόν μου Σώπολιν, οὐδέπω ὄντα τῶν ἐτῶν, συγγράψασθαι αὐτῆι δανείου δραχμῶν Α. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, συντάξαι Διοφάνει τῶι στρατηγῶι ἀνακαλέσασθαι τήν τε Δημοῦν καὶ τὸν ἐπιγραφέντʼ αὐτῆς κύριον καὶ τὸν συγγραφοφύλακα, καὶ ἐξετάσαι μισοπονήρως καί, ἐὰν μὴ φαίνηται χρῆσις τοῦ ἀργυρίου γεγενημένη κατὰ μηδένα τρόπον, ἡ δὲ συγγραφὴ ἐπʼ ἀδικίαι γεγραμμένη, ἡμῖν μὲν ἐπαναγκάσαι αὐτὴν ἀποδοῦναι τὴν συγγραφήν, περὶ δʼ αὐτῆς Διοφάνην τὸν στρατηγὸν διαγνῶναι. τούτου γὰρ γενομένου, βασιλεῦ, οὐκ ἀδικηθήσομαι, χρείας καὶ σοὶ καὶ τῶι σῶι πατρὶ ἀμέμπτως παρεσχημένος. εὐτύχει. συναπεστάλη Δημήτριος Νικαγόρου. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Σώπολις πρὸς Δημοῦν περὶ …ου …