Ancient Greek
P.Enteux. 6
Documentary Papyri, P.Enteux. 6
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἐποῆρις Πανῆτος, ἰσιονόμος, κατοικοῦσα Ἀθηνᾶς κώμην, τῆς Θεμίστου μερίδος. ὑπάρχει μοι ἰσιεῖον ἐν τῆι προγεγραμμένηι κώμηι, ὃ συμβέβηκεν πεπονηκέναι καὶ διὰ τοῦτο μὴ δύνασθαι ἐν αὐτῶι καταγίνεσθαι, φοβουμένη μὴ συμπέσηι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι οἷς καθήκει, ἐάνπερ ᾖ ἃ γράφω ἀληθῆ, δοθῆναί μοι τὴν καθαίρεσιν, ἐφʼ ὧι ἀνοικοδομήσασα ἀποκαταστήσω ἐπὶ τὸ αὐτὸ καὶ αἱ θυσίαι συντελῶνται ὑπέρ τε σοῦ καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων. τούτου γὰρ γενομένου, ἔσομαι τετευχυῖα τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει. Στράτωνι. παραλαβὼν τὸν ἐκεῖ ἐπιστάτην καὶ τὸν κωμογραμματέα, ἐπίσκεψαι καὶ, ἐὰν ἦι ἃ γράφει ἀληθῆ, ἔασον καθελεῖν, ἐπιμελὲς δέ σοι ἔστω ὅπως πάλιν ἀνοικοδομηθῆι μὴ χεῖρον τοῦ προυπάρχοντος ἰσιείου ἀλλὰ κ… κατὰ τὸ πρόσταγμα. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λώιου κϛ Χοίαχ ιγ. Ἐποῆρις Πανῆτος περὶ καθαιρέσεως ἰσιείου.