Ancient Greek
P.Enteux. 64
Documentary Papyri, P.Enteux. 64
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Πτολέμα. ἀδικοῦμαι ὑπὸ Νείλου. ἐγλαβόντος γὰρ Θεοδότου, τοῦ …υ τοὺς καρποὺς τοῦ ὑπάρχοντος αὐτῶι φοινικῶνος περὶ Σαμαρείαν εἰς …τοῦ Θεοδότου τὴν τιμὴν τῶν καρπῶν, περὶ ὧν καὶ ἐπιστολὴν προήκατο …τελευτήσαντος τοῦ Θεοδότου πρὸ τοῦ αὐτὸν ἀπενεγκ… τοὺς καρπούς, ἐμοῦ δὲ …τῶν ὑπὸ τοῦ Θεοδότου καταλελειμμένων καὶ διατη…ης τοὺς καρποὺς …τροφὴν καὶ τοῖς χρήσταις ὑπὲρ τοῦ Θεοδότου α…δω, ἐπελθὼν Νεῖλος …Μεσορὴ ἐξέβαλέν με ἐκ τοῦ προειρημένου φοινικῶνος παρ…οκ…ινων …ἐπεὶ οὖν οὐ δύναμαι δίκην αὐτῶι γράψασθαι δι…ν ε…υγγράφης …τά τε πράγματά μου προσδεῖται τῆς ἐπὶ τοῦ στρατηγοῦ ἐπισκέψεως δέομαι σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι …τῶι ἐπιστάτηι ἀποστεῖλαι Νεῖλον …ἐὰν δὲ ἦι καθότι γράφω, ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναί μοι τὴν τιμὴν …δραχμὰς ρ, περὶ δὲ τῆς ἐγβολῆς Διοφάνην διαγνῶναι καθότι ἂν αὐτῶι φαίνηται. τούτου δὲ γενομένου, διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τεύξομαι. εὐτύχει. …μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μὴ, ἀπόστειλον ὅπως κατὰ τοὺς νόμους τὸ δίκαιον λάβωσιν. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ.