Ancient Greek
P.Enteux. 70
Documentary Papyri, P.Enteux. 70
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Πτολεμαῖος, Μακεδὼν τ… ἀδικοῦμαι ὑπὸ Ὥρου ἰσιονόμου καὶ Θοτορταίου καὶ Παθει… καὶ Παλουτ… κατοικούντων …ν… Ἀρσινοίτου νομοῦ. τηρήσαντές με τῆι γ τοῦ …εμι… ὅρκον ευ…ας…οτει… νεμομ…ην συνδιώξαντες α…εχο… πικοῖς δι… ἐνευροκόπησαν ταῦτα …των… παραπορευομένοις τισὶν εἰς τὰ Ὀξόρυγχα ἔδωκαν …κόψαι τη…μνι…ν… ἐν τῶι πεδίωι· ὕστερον δὲ αὐτὴν εὕρομεν ὑπὸ τῶν κυνῶν καὶ τῶν κοράκων διαβεβρωμένην, ἣν καὶ τοῖς φυλακίταις καὶ ἄλλοις πλέοσιν ἐπεδείξαμεν. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μοσχίωνι τῶι ἐν Ὀξορύγχοις ἐπιστάτηι ἀποστεῖλαι τοὺς ἐγκεκλημένους ὑπό μου πρὸς αὐτόν, ἵνα ἐπισκέψηται περὶ τούτων καί, ἐὰν ἦι τὰ διὰ τῆς ἐντεύξεως ἀληθῆ, πραχθῆναι αὐτοὺς παραχρῆμα καὶ ἀποδοῦναί μοι τὴν προδεδηλωμένην τιμὴν. τούτου γὰρ γενομένου, βασιλεῦ, ἐπὶ σὲ καταφυγών, τὸν κοινὸν εὐεργέτην καὶ βοηθόν, τεύξομαι τῆς παρὰ σου βοηθείας. εὐτύχει. Μοσχίωνι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ κοινοδικίου διακριθῶσιν. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. Πτολεμαῖος πρὸς ωρον ἰσιονόμον καὶ τοὺς …περὶ ἱερείων.