Ancient Greek
P.Enteux. 78
Documentary Papyri, P.Enteux. 78
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Εὔτυχος, ὑδροφόρος. ἀδικοῦμαι ὑπὸ …καὶ …ς, τῶν Ἀπολλωνίου υἱῶν. …ἐν τῶι Ἀταργατείωι ἐν τῶι Ἀλιᾶτος οἰκήματι …παραγενόμενοι ἐξέβαλλον ……γυναῖκά μου καὶ τὰς χεῖράς μοι προσήνεγκαν· τῆι δὲ …τηι τοῦ Τῦβι, τηρήσαντες ἐμὲ …ε… …ἀποτρέχοντας ὀψὲ τῆς ὥρας …Ἀριστοδήμου τοῖς ἐγγὺς τοῦ βουβαστείου …δοῦναι μαρτυρίαν τῆι τῆι Ἀλιᾶτι …τὴν ὕβρισαν ἐγβαλλ… …πιον ἐπὶ τὸν βωμὸν κατεφυγο…ν …δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι ἀνακαλεσάμενον τοὺς προγεγραμμένους ἐπισκέψασθαι περὶ τούτων καί, ἐὰν φαίνηται τὰ διὰ τῆς ἐντεύξεως ὄντα ἀληθῆ, ἐπιτιμῆσαι …ἐπιτρέπειν πράγματα παρέχειν ἡμῖν ἵνα, ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τὸν πάντων κοινὸν σωτῆρα καὶ εὐεργέτην, τύχω …βοηθείας. εὐτύχει. συναπεστάλη Α…υς. ἔτους α, Γορπιαίου …Τῦβι α….