Ancient Greek
P.Enteux. 84 Ro
Documentary Papyri, P.Enteux. 84
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Διονυσόδωρος. ἀδικοῦμαι ὑπὸ τοῦ ἐν Κερκεσούχι δεσμοφύλακος. διατρίβοντος γάρ μου μετὰ Ἀπολλωνίου ἐμαυτοῦ οἰκείου, καὶ ἐπιζητήσαντος αὐτοῦ βυβλάριά τινα ἃ ἐδεδώκει μοι φυλάσσειν, ταῦτα δέ μου οὐχ εὑρίσκοντος, προσπικρανθείς μοι ἀξίωσεν Σπινθῆρα, τὸν ἐν Κερκεσούχοις φυλακίτην, συνέχειν με. οὗτος δὲ ἀπαγαγών με εἰς τὸ αὐτόθι δεσμωτήριον, εἶπεν τῶι δεσμοφύλακι διʼ ἣν αἰτίαν συνέσχημαι καὶ ἵνα, ἂν Ἀπολλώνιος συντάξηι, ἀφῆι με. νυνὶ δὲ ἀναγήγοχέν με εἰς τὸ ἐν Κροκοδίλων πόλει δεσμωτήριον, φάσκων εἶναί με κακουργὸν καὶ τοῦ Ἀπολλωνίου ἠξιωκότος αὐτὸν διέσθαι με, οὐ προσέσχηκεν. δέομαι οὖν σοῦ …