Ancient Greek
P.Enteux. 87
Documentary Papyri, P.Enteux. 87
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀπολλόδοτος, τῶν κατοικούντων ἐν Ἀλαβανθίδι. ἀδικοῦμαι ὑπὸ Μνασέου, τοῦ οἰκονομοῦντος τοὺς ἔξω τόπους. ἐμοῦ γὰρ οὐθὲν ὀφείλοντος τῶι βασιλεῖ, οὐδὲ παραγεγραμμένου μου αὐτῶι, ἐνεχυράζει με καὶ περισπᾶι μου τὸν χηνοβοσκόν. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἡροδότωι τῶι ἐπιστάτει, ἐὰν φαίνωμαι μηθὲν ὀφείλων μηδὲ παραγεγραμμένον με Μνασέαι, μὴ ἐπιτρέπειν τῶι Μνασέαι ἐνεχυράζειν με μηδὲ περισπᾶν τοὺς παρʼ ἐμοῦ. τούτου γὰρ γενομένου, ἔσομαι διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τετευχώς. εὐτύχει. Ἡροδότωι. …ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λωίου κϛ, Χοίαχ ιγ. Ἀπολλόδοτος πρὸς Μνασέαν περὶ ἐνεχυρασμοῦ.