Ancient Greek
P.Enteux. A
Documentary Papyri, P.Enteux. AppA
Not analysed yet
…καὶ Μουθ… λου. δόντος γάρ μου αὐτοῖς ἐκ τοῦ ἰδιοσπόρου μου ἀρούρας μδ, τῶν τε βασιλικῶν ἐκφορίων καὶ ἐφʼ ὧι προσδώσουσίν μοι ἐκτὸς πυρῶν ἀρτάβας πη, ἀφʼ ὧν μετρήσαντες …εἰς τὰς ὑπὲρ Ἡρακλείδου τοῦ σιτολόγου ἐκέλευσεν Ζήνων μετρῆσαι ἀρτάβας ξε, ἀφʼ ὧν μετρήσαντες οἱ περὶ τὸν Ἀμεννέα ἀρτάβας λε οἴονται τὸ λοιπόν με ἀποστερήσειν, διὰ τὸ πιστ… …ἀξιῶ οὖν σε προστάξαι Ὥρωι τῶι κωμάρχηι, ἐπειδὴ ὁ σιτὸς ὑπάρχει ἐπὶ τῆς ἅλω ἠλοημένος, ἐπαναγκάσαι αὐτοὺς ἀποδοῦναί μοι τὰς λοιπὰς ἀρτάβας νγ. τούτου γὰρ γενομένου, δυνήσομαι, τυχὼν τῆς παρὰ σοῦ βοηθείας, γεωργεῖν τὴν γῆν ἣν ἔχω. εὐτύχει. Ἀλεξάνδρωι