Ancient Greek
P.Erasm. 1 13
Documentary Papyri, P.Erasm. 1 13
Not analysed yet
Σαραπίων Βελλήους ὁρμοφύλακος τῆς Καινῆς ὁ ἡγούμενος τοῖς ἐν τῆι Καινῆι χειρισταῖς καὶ οἱ ἄλλοι πρεσβύτεροι Διονυσίωι τῶι σιτολογοῦντι τὸ περὶ Ὀξύρυγχα ἐργαστήριον χαίρειν· ὁμολογοῦμεν ἔχειν παρὰ σοῦ πυρῶν ἀρτάβας εἴκοσι, γίνονται πυρῶν ἀρτάβαι κ, φόρετρον κ ἀρταβῶν, καὶ οὐ μὴ ἅψωμεν φορέτρου ἐὰν μὴ κουφίσωμεν αὐτὰς μέτρωι τῶι πρὸς τὸ χαλκοῦν. ἐὰν δὲ μὴ ἀποτείσωμεν, μετρήσομεν πυρῶν ἀρτάβας μ. τῶι σιτολογοῦντι παρὰ τῶν χειριστῶν.