Ancient Greek
P.Erasm. 1 9
Documentary Papyri, P.Erasm. 1 9
Not analysed yet
Χεσερταῖς Διονυσίωι χαίρειν· τὰς ιγ ἀρτάβας τοῦ πυροῦ ὧν ἔχεις ἐν τῶι κθ ἔτει εἰς τὸν λόγον τοῦ Θεοδώρου τοῦ …ρ… τῶν ἐξ Ὀξυρύγχων, ὁμοίως δὲ καὶ ὑπὲρ τοῦ ἐργαστηρίου πυροῦ ἀρτάβας ι, γίνονται πυροῦ ἀρτάβαι κγ, ὁμοίως δὲ καὶ ἐν τῶι λ ἔτει πυροῦ ἀρτάβας κγ, γίνονται πυροῦ ἀρτάβαι μϛ. καλῶς ποιήσεις ἀπάγων τὰς ἓξ καὶ τριάκοντα ἀρτάβας εἰς τὸν λόγον τοῦ …ιχου τοῦ Θεοδώρου, γίνονται πυροῦ ἀρτάβαι λϛ… ταύτας …καθὼς …ἔρρωσο. ἔτους λ Ἐπεὶφ …