Ancient Greek
P.Erasm. 2 23
Documentary Papyri, P.Erasm. 2 23
Not analysed yet
παρεσταμένον δὲ διὰ Σαραπίωνος …τοῦ παρὰ Θεοδώρου τοῦ προεστηκότος τινῶν πλοίων τῶν τῆς βασιλίσσης ἐκ τοῦ περὶ Ἀνουβιάδα τῆς Θεμίστου μερίδος ἐργαστηρίου πυροῦ πεντακοσίας πεντήκοντα, γίνονται φν καὶ σύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. ἐπιβιβασθήτω ἕως τῆς ε καὶ ὁ ἡγούμενος φυλακῆς. ἔρρωσο. ἔτους κθ Παῦνι κβ. Θεόδωρος· ἐμβάλεσθε καθότι προγέγραπται πυροῦ ἀρτάβας πεντακοσίας πεντήκοντα, γίνονται πυροῦ ἀρτάβαι φν. ἔτους κθ Παῦνι κβ.