Ancient Greek
P.Erasm. 2 38
Documentary Papyri, P.Erasm. 2 38
Not analysed yet
ἔτους κθ Μεσορὴ ζ. πυροῦ φν, κυάμων ρκη 𐅵. ἔτους κθ Μεσορὴ ζ. ὁμολογεῖ Μελήσανδρος ναύκληρος τῆς Δημέου προσαγωγίδος ἀγωγῆς Βϡ ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους παρὰ Διονυσίου τοῦ σιτολογοῦντος τὸ περὶ Ὀξύρυνχα ἐργαστήριον πυροῦ ἀρτάβας πεντακοσίας πεντήκοντα, γίνονται φν, κυάμων ἑκατὸν εἴκοσι ὀκτὼ 𐅵,γίνονται κυάμων ρκη 𐅵μέτρωι δοχικῶι τῶι συμβεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίαι καὶ οὐθὲν ἐγκαλῶ. ἔγραψεν Φίλιππος ἀξιωθεὶς διὰ τὸ μὴ ἐπίστασθαι αὐτὸν γράμματα.