Ancient Greek
P.Erasm. 2 41
Documentary Papyri, P.Erasm. 2 41
Not analysed yet
ἔτους κθ Μεσορὴ κη, πυροῦ ἀρτάβας χ. ἔτους κθ Μεσορὴ κη. ὁμολογεῖ Κεφάλων ναύκληρος τῆς Ἀπολλωνίου προσαγωγίδος ἀγωγῆς Βϡ ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου ὥστε εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ κθ ἔτους παρὰ Διονυσίου τοῦ σιτολογοῦντος τὸ περὶ Ὀξύριγχου ἐργαστήριον πυροῦ …ἀρτάβας ἑξακοσίας, γίνονται ἀρτάβαι χ μέτρωι δοχικῶι τῶι συνβεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίαι καὶ οὐθέν σοι ἐγκαλῶ. …