Ancient Greek
P.Erasm. 2 50
Documentary Papyri, P.Erasm. 2 50
Not analysed yet
ἔτους λβ Παχώνι ια, πυροῦ ἀρτάβας Ακϛ 𐅵ἔτους λβ Παχώνι ια. ὁμολογεῖ Κεφάλων ναύκληρος τῆς Εὐβούλου κερκουροσκάφης ἀγωγῆς Δ ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ λβ ἔτους παρὰ Θέωνος τοῦ σιτολογοῦντος τὸ περὶ Ὀξύρυγχα ἐργαστήριον πυροῦ φορικοῦ ἀρτάβας χιλίας εἴκοσι ἕξ 𐅵,γίνονται Ακϛ 𐅵μέτρῳ δοχικῷ τῷ συμβεβλημένῳ πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐθέν σοι ἐνκαλῶ.