Ancient Greek
P.Erasm. 2 52
Documentary Papyri, P.Erasm. 2 52
Not analysed yet
ἔτους λβ Παῦνει κα, πυροῦ ἀρτάβας φο. ἔτους δευτέρου καὶ τριακοστοῦ. ὁμολογεῖ Π…υτας ναύκληρος τοῦ Ἀνδρομάχχου κερκούρου ἀγωγῆς ἑπτακοσίων ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου ὥστʼ εἰς Ἀλεξάνδριαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ δευτέρου καὶ τριακοστοῦ ἔτους παρὰ Θέωνος τοῦ σιτολογοῦντος τὸ περὶ Ὀξύρυνχα ἐργαστήριον πυροῦ φορικοῦ ἀρτάβας πεντακοσίας ἑβδομήκοντα, γίνονται φο μέτρῳ δοχικῷ καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐθέν σοι ἐνκαλῶ.