Ancient Greek
P.Erl. 113
Documentary Papyri, P.Erl. 113
Not analysed yet
Ἡρακλείδης Διδύμῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. δέδωκα Κάστορι ψωμίων ζεύγη ε καὶ ᾦα α…. μόγις τὰ αὐτὰ ψώμια ἦρκεν. ἐὰν εὕρω πάλιν τὸν μέλλοντα αἴρειν, οὐκ ἀμελήσω. περὶ δὲ ὧν μοι ἔγραψας διεπεμψάμην αὔθωρον διὰ υἱοῦ Σεουήρου. ἀσπάζεταί σε ἡ γυνή μου καὶ τὰ παιδία αὐτῆς. ἐρρῶσθαί σε εὔχομαι ἄδελφε, κόμισον ἁπλᾶ τύρια ε …Διδύμῳ παρὰ Ἡρακλείδου