Ancient Greek
P.Erl. 120
Documentary Papyri, P.Erl. 120
Not analysed yet
τὰ γραφέντα μοι παρὰ τῆς ὑμετέρας λαμπρᾶς ἀδελφότητος ἐδεξάμην καὶ ἔμαθον πρωτοτύπως μὲν τὴν ἐν Χριστῷ αὐτῆς ὑγιείαν καὶ πρὸς ἐμὲ διάθεσιν, ἔπειτα δὲ καὶ περὶ τῆς ὑποδοχῆς τοῦ μ…ρου τοῦ Ἀρσινοίτου τῆς σὺν Θεῷ ἑνδεκάτης ἰνδικτίονος, καὶ πληροφορήσῃ ὁ Θεὸς τὴν ὑμετέραν λαμπρότητα. εὐχή μού ἐστιν διὰ παντὸς καὶ δουλεῦσαι καὶ θεραπεῦσαι ἐν ἅπασιν τοὺς ἐνδοξοτάτους προστάτας Μηνᾶν καὶ Ἀπίωνα. ἀλλʼ ἐπειδὴ ὁ ναύκληρος στενός ἐστι μάλιστα τοῦ ἐνδοξοτάτου καὶ πανευφήμου Ἡφαίστου ἀντιλαβόντος τῶν ἀρχῶν, ἀνανκαῖον ἡγούμην γράψαι καὶ τῇ ὑμετέρᾳ λαμπρότητι …τῶι πάντων λαμπροτάτῳ καὶ Θεῷ προσφιλεστάτῳ καὶ ἐνδιαθέτῳ ἀδελφῷ κυρίῳ Πέτρῳ μα… …τιος ἐλέει Θεοῦ προεστὼς Μακαρ