Ancient Greek
P.Erl. 18
Documentary Papyri, P.Erl. 18
Not analysed yet
ἐξ ὑπομνηματισμῶν τῆς Ὀξυρυγχιτῶν κρατίστης βουλῆς ἐπὶ …πρυτάνεως καὶ Ἀπολλωνίου γυμνασιάρχου ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Σεβαστῶν Φαῶφι λ βουλῆς οὔσης ὁ πρύτανις· ἡγοῦμαι μηδὲν ἄλλο εἶναι ἀναγκαιότερον …ἢ τὰς τροφὰς τῆς πόλεως καὶ τὰ ἀλίμματα. τούτου γὰρ τοῦ πράγματος ἕνεκα ταύτης ὑμῶν δεδέημαι βουλῆς καὶ πάντα παρεχομένων ὑμῶν μοι ποιεῖσθαι οὐδέν με κωλύει περὶ τῶν αὐτῶν δεῖσθαι τῆς βουλῆς ὑμῶν. περὶ δὲ τῶν γυμνασιάρχων ἴστε ὅτι, ἐννέα μῆνες, εὐθηνιαρχίας ὑπέστησαν ε…τονα… ἑπτὰ καὶ πρὸς γυμνασιαρχίας. εἰ δὲ οὗτοι ταύτης τῆς ἀγωγῆς προστῆναι δύνανται, οἱ πλείονες δὲ αὐτοὶ …μετὰ τῆς ὑμῶν χειραγωγίας, τάχα καὶ ταῦτα ὑποστήσεται ὁ ……τῆς σήμερον ὁράσεως ἐμοῦ πολλῷ πλέον συνεργοῦντος. ἐπεὶ γὰρ πρύτανιν ἐχειροτονήσατε, ἵνα ἐνκαταλίπητε αὐτῷ τὰ πράγματα καὶ ἵνα σκέψηται περὶ τῶν κοινῶν καὶ τὰ σύμφορα ὑμῖν συμβουλεύῃ, καὶ ἐγὼ ἀν…ήσω ὑμᾶς, ὧν καὶ νῷ καὶ περινοίᾳ πεποιθὼς τὰ νῦν παρατίθεμαι ὑμῖν ἃ ἴστε καὶ ἃ ἐν ὄψει ὑμῶν ἐστιν. αὐτοὶ γὰρ ἴστε τὴν ἀποτομίαν τῶν ὄντων καὶ ἤδη στενοχωρίαν. …ἀνεδείχθη εἰς ἡμέρας εὐθηνιαρχίας καὶ οὐ… ιϛ μεθʼ ἕτερα ὁ πρύτανις· εἰ ὥσπερ χάριν ἀπονέμετέ μοι τοῦτο, ἔστιν γάρ μοι πάνυ διʼ ἡδονῆς ὅτι καὶ αὐτὸν ἐχειροτονήσατε πρὸς τὰ προειρημένα, καὶ πάλιν ὑμῶν δεήσομαι τῆς βουλῆς ……τω οὐδεπ…