Ancient Greek
P.Euphrates, p. 157-208 [P. Euphrates 17]
Documentary Papyri, P.Euphrates, p. 17
Not analysed yet
Ρουμας Ρουματι κυρίῳ μου χαίρειν· θεοῖς εὔχομαι ἀπολαβεῖν σε ἐρρωμένον· οἶδα, κύριε, ὅτι πάγκαλον πρὸς ἐμὲ ἐποίησας καὶ χάριτας πολλὰς ἔχω ἀπὸ σοῦ καὶ ἀκμὴν οὐδεμίαν ἀπʼ αὐτῶν οὐκ ἀπέδωκά σοι τῷ ἐμῷ κυρίῳ· νῦν δέ, ἐὰν θεὸς θέλῃ καὶ ζῶμεν καὶ ἀλλήλους ἴδωμεν, πάντα ἀποδώσω εἴ τι ὀφείλω σε καὶ πάγκαλα ἃ ἐποίησας πρὸς ἐμὲ θεός σοι ἀποδώσει· ἄρτι δὲ μελησάτω σοι περὶ Βιθιλαας τῆς θυγατρός σου, πέμψῃς δὲ αὐτὴν μετὰ τοῦ Ιβναν…του Κασσιανοῦ οὐετρανοῦ· κατὰ τῶν θεῶν καὶ τῆς σῆς σωτηρίας, ἐγὼ καλῶς πράσσω καὶ το κ…ουκ…ε… θ…σε πέμπω αὐτὸν διὰ Ιβναν… ἄλλα, ἐὰν θεὸς θέλῃ, πέμπω σοι… διὰ ἡμερῶν ὀλίγων ἃ ὀφείλω σοι ἤτοι δηνάρια φ… χωρὶς τόκων αὐτῶν καὶ ἄλλα δηνάρια υ, ἐπεὶ ἀσμένως ἐκβαίνω ἐκεῖθεν· ἐγὼ καὶ σὺ καὶ Σαδαλλαθος σημεῖον ἔχεις ὅτι ἐφάγομεν λουκανικὰ ς…· ἐκβαίνω καὶ ἀφῆκα πρὸς σὲ χαλινὸν τῷ ἵππῳ· ἄσπασόν μοι Σαδαλλαθην τὸνμ ἀδελφόν μου· μελησάτω ὑμῖν πέμψαι Βιθιλααν πρὸς ἐμέ· ἔγραψα ὑμῖν ἐπιστολὴν ἀπὸ Δυσάριος, ἐγὼ δὲ εἰς Ρεσσα… κατέλυσα. ἔρρωσό μοι …