Ancient Greek
P.Fam.Tebt. 11
Documentary Papyri, P.Fam.Tebt. 11colii
Not analysed yet
Ἡρακλείδης Μάρωνος Ἡρακλείδῃ τῶι καὶ Οὐαλερίωι τῶι υἱῶι μου χαίρειν. ὁμολογῶ ἔχειν παρά σου διὰ χειρὸς ἐξ οἴκου ἐν παραθήκῃ ἀργυρίου ἐπισήμου δραχμὰς χιλίας διακοσίας γίνονται δραχμαὶ Ασ, ἃς καὶ ἀποδώσω σοι, ὁπηνίκα ἐὰν αἱρῇ συ ὁ Ἡρακλείδης ὁ καὶ Οὐαλέριος, ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, τῆς πράξεως οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης, μενόντων κυρίων ὧν πεποίημαι ἐπὶ καὶ τῇ μητρί σου Διδύμῃ σοὶ τῶι Οὐαλερίῳ συνχωρήσεων. ἡ χεὶρ κυρία ἔστω. ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Ἐφίπ β.